Αστερίου Ξενοπολίτου, περί τοῦ Χριστόν ὁμολογοῦντος

Μοναχοί τρεῖς συνεζήτουν περί πίστεως, και ὁ μέν εἶς ἑαυτόν ἐκάλει ζηλωτήν, τόν δέ ἔτερον οἰκουμενιστήν, ὁ δέ ἑαυτόν μέν ἑνωτικόν, τόν δέ πρῶτον φονταμενταλιστήν. Ὁ δέ τρίτος ὲσιώπα. Στραφέντες οὖν ἀμφότεροι ἠρώτουν αὐτόν, σύ τί περί σοῦ λέγεις; Ὁ δέ Χριστοῦ, φησιν, εἰμί, φρονῶ δέ ὄτι οὐκ ἔξεστι ἑαυτούς ἄλλως χαρακτηρίζειν, σχίζοντες τό σῶμα τοῦ Σωτῆρος, ἀλλά δεῖ πάντας σκοπεῖν ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Οὗτοι δέ ἐλοιδόρουν αὐτόν μεμφόμενοι, ὁ μέν ζηλωτής ὡς οὶκουμενιστήν εἶναι λέγων, ὁ δέ ἑνωτικός ὡς φονταμενταλιστήν .